2 Timothy 2

2 Timothy 1, 2, 3, 4

 


2Tim 2:1

Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.

You, therefore, my son, be strong in the grace which is in Christ Jesus

Paraphrase:  

Comments:

 


2Tim 2:2

καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.

 


2Tim 2:3

Συνκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.

 


2Tim 2:4

οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι, ἀρέσῃ.

 


2Tim 2:5

ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.

2Tim 2:6

τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.

2Tim 2:7

νόει ὃ λέγω· δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.

2Tim 2:8

Μνημόνευε Ἰησοῦν Χριστὸν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου,

2Tim 2:9

ἐν ᾧ κακοπαθῶ, μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται!

2Tim 2:10

διὰ τοῦτο, πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

2Tim 2:11

Πιστὸς ὁ λόγος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·

2Tim 2:12

εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν*· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·

2Tim 2:13

εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν, οὐ δύναται.

2Tim 2:14

Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Θεοῦ μὴ λογομαχεῖν, ἐπ’ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.

2Tim 2:15

Σπούδασον σεαυτὸν, δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.

2Tim 2:16

Τὰς δὲ βεβήλους, κενοφωνίας περιΐστασο, ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,


2Tim 2:17

καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει, ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός,

 


2Tim 2:18

οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες [τὴν] ἀνάστασιν ἤδη γεγονέναι· καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.

 


2Tim 2:19

Ὁ μέντοι, στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.

Nevertheless, the solid foundation of God has stood having this seal, the Lord knew them who are His, and all those who are naming the Name of the Lord, let them withdraw from unrighteousness.

Paraphrase:  Now all these errors and distortions of the truth may lead us to despair that the church can ever survive but don’t give place to such anxieties.  The truth which comes to us from God stands secure.  It is like the solid foundation of a house which can never be shaken.  In fact, look a little closer.  Do you see the inscription on this foundation?  The builder of this house has left two inscriptions.  The first reads: “The Lord knows His own.”  What a precious truth this is for us when we see the world and even many in the church shaking and falling.  In the face of all this, we may rest confident that God knows those whom He has chosen; He knows those for whom Christ has died (Romans 8:34); He knows those whom His Spirit has made alive; and all these He will surely bring into His heavenly kingdom. (John 10:28)  Not one of them will be missing.  But there is still another inscription.  It reads: “Let all Christians withdraw from sin.”  This means that those who carry about the Name of Christ should live as He lived, and should hate sin just as our Master taught us to do.

Comments:

For the seal, see Deuteronomy 6:9, 11:20; Revelation 21:14.

 


2Tim 2:20

Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.

Now in a large house, there are not only gold and silver bowls but also wood and clay, and on the one hand some are for honor, and some for dishonor.

Paraphrase:  

Comments:

 


2Tim 2:21

ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.

 


2Tim 2:22

Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.

 

2Tim 2:23

Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας.

2Tim 2:24

δοῦλον δὲ Κυρίου, οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,

2Tim 2:25

ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μή‿ ποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν, εἰς ἐπίγνωσιν ἀληθείας,

2Tim 2:26

καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top