Hebrews 11

1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13


Heb 11:1

Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.

Heb 11:2

ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.

Heb 11:3

Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων, τὸ βλεπόμενον γεγονέναι.

Heb 11:4

Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι’ αὐτῆς, ἀποθανὼν, ἔτι λαλεῖ.

Heb 11:5

Πίστει Ἑνὼχ μετετέθη, τοῦ μὴ ἰδεῖν θάνατον· καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. πρὸ γὰρ τῆς μεταθέσεως, μεμαρτύρηται εὐαρεστηκέναι τῷ Θεῷ.

Heb 11:6 χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι. πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν, μισθαποδότης γίνεται.

Heb 11:7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης, ἐγένετο κληρονόμος.

Heb 11:8 Πίστει καλούμενος, Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν, μὴ ἐπιστάμενος ποῦ ἔρχεται.

Heb 11:9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.

Heb 11:10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

Heb 11:11 Πίστει καὶ, αὐτῇ Σάρρᾳ [στεῖρα], δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.

Heb 11:12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.

Heb 11:13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ‹λαμβάνω› τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.

Heb 11:14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.

Heb 11:15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι.

Heb 11:16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν, ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.

Heb 11:17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ. πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,

Heb 11:18 πρὸς ὃν ἐλαλήθη ὅτι, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,

Heb 11:19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν, δυνατὸς ὁ Θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ, ἐκομίσατο.

Heb 11:20 Πίστει καὶ περὶ μελλόντων, εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.

Heb 11:21 Πίστει Ἰακὼβ, ἀποθνῄσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.

Heb 11:22

Πίστει Ἰωσὴφ, τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.


Heb 11:23

Πίστει Μωϋσῆς, γεννηθεὶς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.

By faith, Moses, being born, was hidden three months by his father because they saw a beautiful child and they were not afraid of the law of the king.

Paraphrase:  It was also by faith that Moses ever even reached his adult years.  Recall that the king had commanded every male, Hebrew infant to be cast into the Nile river.  As soon as Moses was born, however, his parents saw that he was a special child.  Because they feared God mora than man (Matt 10:28), they heaped contempt on the king’s law and saved Moses’ life by hiding him from the Egyptian abortionists.

Comments:

 


Heb 11:24

Πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,

By faith Moses, being great, denied to be said a son of the daughter of Pharaoh.

Paraphrase:  It was also by faith that Moses, having grown to adulthood, had the strength of his convictions to turn down the offer to become the adopted son of none other than the daughter of Pharaoh herself.  By denying this offer, Moses surrendered all rights to become a person of power and influence in Egypt, perhaps even to become Pharaoh himself.

Comments:

 


Heb 11:25

μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,

preferring rather to suffer hardship with the people of God than to have the transient enjoyment of sins.

Paraphrase:  What did faith do for Moses when he faced this stunning offer?  It gave him a new vision.  Faith gave him to see that it was far better to suffer hardship and reproach with God’s people, than to enjoy the pleasure that comes from committing all kinds of sin.  Here is why.  Suffering with God’s people brings real and lasting pleasure; indulging ones self in a life of sin brings only a temporary and fleeting pleasure.  Apart from this vision which faith gives, no one would ever be able to see this.  Living in the lap of luxury in Pharaoh’s palace was a miserable existence for someone who knows the higher joy of a life lived in communion with God.

Comments:

 


Heb 11:26

μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.

Heb 11:27

Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησεν.

Heb 11:28

Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.

Heb 11:29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες, οἱ Αἰγύπτιοι κατεπόθησαν.

Heb 11:30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.

Heb 11:31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.

Heb 11:32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος, περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν,

Heb 11:33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο* δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν· ἔφραξαν στόματα λεόντων,

Heb 11:34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης· ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.

Heb 11:35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.

Heb 11:36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων, πεῖραν ἔλαβον· ἔτι, δὲ δεσμῶν καὶ φυλακῆς.

Heb 11:37 Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι·

Heb 11:38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ὄρεσιν, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.

Heb 11:39 Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,

Heb 11:40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

Leave a Comment