Phlm 1:1
Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος, ὁ ἀδελφὸς, Φιλήμονι, τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,
Phlm 1:2
καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
Phlm 1:3
Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Phlm 1:4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
Phlm 1:5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
Phlm 1:6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν, εἰς Χριστόν.
Phlm 1:7 χαρὰν γὰρ πολλὴν ἔσχον, καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Phlm 1:8 Διό πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων, ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
Phlm 1:9 διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ.
Phlm 1:10 Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,
Phlm 1:11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
Phlm 1:12 ὃν ἀνέπεμψά σοι αὐτόν— τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα—
Phlm 1:13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ, μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου.
Phlm 1:14 Χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην, τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
Phlm 1:15 τάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,
Phlm 1:16 οὐκέτι ὡς δοῦλον, ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.
Phlm 1:17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
Phlm 1:18 εἰ δέ τι ἠδίκησέν σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.
Phlm 1:19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί. ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
Phlm 1:20 Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ. ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.
Phlm 1:21 Πεποιθὼς τῇ ὑπακοῇ σου, ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω, ποιήσεις.
Phlm 1:22 Ἅμα δὲ, καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν, χαρισθήσομαι ὑμῖν.
Phlm 1:23 Ἀσπάζεταί σε Ἐπαφρᾶς, ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
Phlm 1:24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
Phlm 1:25 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.