Philemon

Philemon 1:1

Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος, ὁ ἀδελφὸς, Φιλήμονι, τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,

 


Philemon 1:2

καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·

 


Philemon 1:3

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Philemon 1:4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,

Philemon 1:5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,

Philemon 1:6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν, εἰς Χριστόν.

Philemon 1:7 χαρὰν γὰρ πολλὴν ἔσχον, καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Philemon 1:8 Διό πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων, ἐπιτάσσειν σοι τὸ ἀνῆκον,

Philemon 1:9 διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ.

Philemon 1:10 Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,

Philemon 1:11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον,

Philemon 1:12 ὃν ἀνέπεμψά σοι αὐτόν— τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα—

Philemon 1:13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ, μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου.

Philemon 1:14 Χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην, τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.

Philemon 1:15 τάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,

Philemon 1:16 οὐκέτι ὡς δοῦλον, ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.

Philemon 1:17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.

Philemon 1:18 εἰ δέ τι ἠδίκησέν σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.

Philemon 1:19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί. ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.

Philemon 1:20 Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ. ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.

Philemon 1:21 Πεποιθὼς τῇ ὑπακοῇ σου, ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω, ποιήσεις.

Philemon 1:22 Ἅμα δὲ, καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν, χαρισθήσομαι ὑμῖν.

Philemon 1:23 Ἀσπάζεταί σε Ἐπαφρᾶς, ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,

Philemon 1:24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

Philemon 1:25 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top