2 Corinthians 11:1
Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης, ἀλλὰ καὶ ἀνέχεσθέ μου.
2 Corinthians 11:2
ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.
2 Corinthians 11:3
Φοβοῦμαι δὲ, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς ‹τὸν› Χριστόν.
2 Corinthians 11:4
εἰ μὲν γὰρ ὁ ἐρχόμενος, ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.
2 Corinthians 11:5
Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν Ὑπερλίαν ἀποστόλων.
2 Corinthians 11:6
εἰ δὲ, καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει· ἀλλ’ ἐν παντὶ, φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
2 Corinthians 11:7
Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
2 Corinthians 11:8
ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν.
2 Corinthians 11:9
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα, καὶ τηρήσω.
2 Corinthians 11:10
ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.
2 Corinthians 11:11
διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ Θεὸς οἶδεν!
2 Corinthians 11:12
Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
2 Corinthians 11:13
οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
2 Corinthians 11:14
καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
2 Corinthians 11:15
οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
2 Corinthians 11:16
Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή¦γε κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
2 Corinthians 11:17
ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
2 Corinthians 11:18
ἐπεὶ πολλοὶ καυχῶνται κατὰ 〈τὴν〉 σάρκα, κἀγὼ καυχήσομαι.
2 Corinthians 11:19
ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες!
2 Corinthians 11:20
ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
2 Corinthians 11:21
κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν! Ἐν ᾧ δ’ ἄν τις τολμᾷ— ἐν ἀφροσύνῃ λέγω— τολμῶ κἀγώ.
2 Corinthians 11:22
Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ.
2 Corinthians 11:23
διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ ὑπὲρ· ἐγώ, ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
2 Corinthians 11:24
Ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον.
2 Corinthians 11:25
τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
2 Corinthians 11:26
ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν· κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν· κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ· κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις·
2 Corinthians 11:27
κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις· ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις· ἐν ψύχει καὶ γυμνότητι.
2 Corinthians 11:28
Χωρὶς τῶν παρεκτὸς, ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
2 Corinthians 11:29
τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
2 Corinthians 11:30
Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
2 Corinthians 11:31
ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
2 Corinthians 11:32
ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με.
2 Corinthians 11:33
καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.