Matthew 10:1
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Matthew 10:2
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων, ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας, ὁ ἀδελφὸς αὐτοῦ· καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ·
Matthew 10:3
Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ Μαθθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἁλφαίου, καὶ Θαδδαῖος·
Matthew 10:4
Σίμων ὁ Καναναῖος, καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν.
Matthew 10:5
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε·
Matthew 10:6
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Matthew 10:7
πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι, Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
Matthew 10:8
ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Matthew 10:9
Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
Matthew 10:10
μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
Matthew 10:11
Εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
Matthew 10:12
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν.
Matthew 10:13
καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
Matthew 10:14
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν!
Matthew 10:15
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
Matthew 10:16
Ἰδοὺ, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Behold, I send you as sheep among wolves. Be therefore, wise as serpents and sincere as doves.
Paraphrase: Yes, the mission on which I am sending you is a difficult one. It is fraught with danger; you can be sure that men will hate you because of the message you bring. When I think of it, I think that it is something similar to sending sheep to live with wolves. Now, therefore, be wise about this. Don’t draw unnecessary attention to yourself; fly beneath the radar as much as possible; don’t be obnoxious and confrontational. Give the good news of the kingdom clearly, concisely, and in plain language. Then, leave the result with God.
Comments:
Matthew 10:17
Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν, μαστιγώσουσιν ὑμᾶς·
And pay attention from men, for they will give you over to the Sanhedrin and in their synagogues, they will flog you.
Paraphrase: Now watch out for the Jewish extremists! Steer far clear of them for they are the ones who will arrest you and drag you before the Sanhedrin. If they can’t get you to the Sanhedrin, then they will bring you to their own courts in their synagogues. You can be sure, you will receive the forty stripes minus one.
Comments:
A Roman flogging involved the infamous scourge where sharp objects were embedded in the whip so as to tear the flesh, the horribile flagellum (see p864). A Jewish flogging did not have this.
Every town of any significance had its own Sanhedrin; see p91.
Matthew 10:18
καὶ ἐπὶ ἡγεμόνας δὲ, καὶ βασιλεῖς ἀχθήσεσθε, ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
And before leaders then, even kings you will be led, because of Me, for a witness to them and to the gentiles.
Paraphrase: And not just the Jewish fundamentalists, but even the kings, governors, mayors, chief of police, and other civil leaders will summon you to appear before them to give an account of your actions and of your relationship to Me. They will demand to know if your allegiance is to Me or to the emperor. Then, you will boldly declare “Jesus is Lord!” and, in doing so, you will bear witness to Me and My kingdom. All who hear your testimony will have to give an account, on the great day of judgment, for why they refused to bow before Me as the Great King of kings.
Comments:
Matthew 10:19
ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε.
Now when they might give you over, do not be stressed how or what you might say, for it will be given to you in that hour what you might say.
Paraphrase: Now I know that the thought of standing before such important and august men will fill your minds with terror. What should I say? How should I defend myself? How can I possibly think that I will be able to process all the accusations made and to articulate a clear response? Perhaps I will even be so terrified that I will deny Christ and offer a libation to the emperor. Now listen carefully! Dismiss all such thoughts from your mind. Don’t even lose a minute’s sleep over it. When that hour comes, I will give you the words to speak. At that very moment, I will put words in your mouth which will be exactly the right words for that occasion. You can be sure of it. I don’t want you to think, even for a minute, of what you will say if you are arrested. Leave that all to me.
Comments:
Matthew 10:20
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
For you are not the one speaking but the Spirit of your Father the one speaking in you.
Paraphrase: Yes, in that hour, which you dread so much and which fills you with so much anxiety, you will not even need to speak. The Holy Spirit, given by the Father and who dwells in you, He will be the One speaking through you. No lawyer could possibly give you what you have in Him.
Comments:
Matthew 10:21
Παραδώσει δὲ ἀδελφὸς, ἀδελφὸν εἰς θάνατον· καὶ πατὴρ, τέκνον. καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
Matthew 10:22
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Matthew 10:23
Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ‹ἂν› ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.
Matthew 10:24
Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
Matthew 10:25
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ!
Matthew 10:26
Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Matthew 10:27
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων!
Matthew 10:28
Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Matthew 10:29
Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρὸς ὑμῶν;
Matthew 10:30
ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
Matthew 10:31
μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
Matthew 10:32
Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
Matthew 10:33
ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
Matthew 10:34
Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Matthew 10:35
ἦλθον γὰρ διχάσαι Ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, Καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, Καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς,
Matthew 10:36
Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
Matthew 10:37
Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστιν μου ἄξιος.
Matthew 10:38
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
Matthew 10:39
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Matthew 10:40
Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με.
Matthew 10:41
ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήμψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήμψεται.
Matthew 10:42
καὶ ὃς ἂν* ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.