2 Corinthians 13


2 Corinthians 13:1

Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν, σταθήσεται πᾶν ῥῆμα.

 


2 Corinthians 13:2

Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν, καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι,

 


2 Corinthians 13:3

ἐπεὶ δοκιμὴν ζητεῖτε, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.

 


2 Corinthians 13:4

καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.

 


2 Corinthians 13:5

Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν, εἰ μήτι ἀδόκιμοί ἐστε;

Test yourselves if you are in the faith; prove yourselves, or do you yourselves not know that Jesus Christ in you, if 

Paraphrase:

Comments:

On εἰ μήτι, see §10 upper left corner of p172.

 


2 Corinthians 13:6

ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.

 

2 Corinthians 13:7

Εὐχόμεθα δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.

 

2 Corinthians 13:8

οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.

 

2 Corinthians 13:9

χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. τοῦτο καὶ· εὐχόμεθα τὴν ὑμῶν κατάρτισιν.

 

2 Corinthians 13:10

Διὰ τοῦτο ταῦτα, ἀπὼν γράφω, ἵνα παρὼν, μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ὁ Κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.

 

2 Corinthians 13:11

Λοιπόν, ἀδελφοί, χαίρετε! καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε. καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.

 

2 Corinthians 13:12

Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.

 

2 Corinthians 13:13

Ἀσπάζονται ὑμᾶς, οἱ ἅγιοι πάντες.

 

2 Corinthians 13:14

Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.

 

Scroll to Top