Acts 1

Acts 1:1

Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,

The first word, oh Theophilus, I made about all things of which Jesus began both to do and to teach

Paraphrase: Dear Theophilus, you will remember the first book I wrote and sent to you. In that first book, I told you the story of Jesus. I wanted you to know both the things which He taught and the mighty miracles which He performed.

Comments:

 


Acts 2:2

ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·

until which day, giving command to the apostles through the Holy Spirit which He had chosen, He was taken up.

Paraphrase: until the day of His ascension. On this day, Jesus was taken up into heaven in victory having accomplished the work He had come to perform. Jesus did not leave without giving His disciples careful instructions about the path forward. Just as Jesus had chosen these men to carry on the work which He had begun (Luke 6:13), so now He renewed the promise which He had given them before (John 14:26; 15:26; 20:22) that the disciples would receive power from the Holy Spirit Himself to perform the mandate which He was giving them.

Comments:

ἐκλέγομαι is deponent. Is ἐντέλλω? All the forms in the NT are passive. Robertson says it is a middle. source

The number and gender of οὓς agrees with ἀποστόλοις which is the antecedent of the relative pronoun. The case of οὓς is determined by the fact that it is the object of ἐξελέξατο.

Kuyper sees three distinct acts of the Holy Spirit in regards to the apostles:

  1. that of saving grace in regeneration and subsequent illumination—Matt. 16:17.
  2. official gifts qualifying them for the apostolic office—John 20:22.
  3. the Baptism with the Holy Ghost—Acts 1:5 in connection with Acts 2:1ff.   source

 


Acts 2:3

οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ·

u

Paraphrase: 

Comments:


Acts 2:4

καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου·

u

Paraphrase: 

Comments:


Acts 2:5

ὅτι Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

u

Paraphrase: 

Comments:


Acts 2:6

γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.


Acts 2:7

Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον, λέγοντες, Οὐχ* ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;


Acts 2:8

καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν;


Acts 2:9

Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται*· καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε, καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν·


Acts 2:10

Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι·


Acts 2:11

Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες— ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ!


Acts 2:12

Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν*, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί θέλει τοῦτο εἶναι;

Acts 2:13

Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι, Γλεύκους μεμεστωμένοι εἰσίν.

Acts 2:14

Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.

Acts 2:15

οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας·

Acts 2:16

ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·

Acts 2:17

Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·

Acts 2:18

καί‿ γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν.

Acts 2:19

καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

Acts 2:20

ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ.

Acts 2:21

καὶ ἔσται, πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Acts 2:22

Ἄνδρες, Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,

Acts 2:23

τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες, ἀνείλατε,

Acts 2:24

ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ.

Acts 2:25

Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.

Acts 2:26

διὰ τοῦτο ηὐφράνθη μου «ἡ καρδία», καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι,

Acts 2:27

ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.

Acts 2:28

ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

Acts 2:29

Ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.

Acts 2:30

προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ.

Acts 2:31

προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.

Acts 2:32

Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.

Acts 2:33

τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.

Acts 2:34

Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς· λέγει δὲ αὐτός· Εἶπεν ‹ὁ› Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,

Acts 2:35

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.

Acts 2:36

Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός— τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

Acts 2:37

Ἀκούσαντες δὲ, κατενύγησαν τὴν καρδίαν· εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσωμεν, ἄνδρες, ἀδελφοί;

Acts 2:38

Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε, [φησίν], Καὶ βαπτισθήτω, ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.

Acts 2:39

ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος, ὁ Θεὸς ἡμῶν.

Acts 2:40

Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς, λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.

Acts 2:41

οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ψυχαὶ ὡσεὶ τρισχίλιαι.

Acts 2:42

Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων, καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου, καὶ ταῖς προσευχαῖς.

Acts 2:43

Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε* τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

Acts 2:44

Πάντες δὲ οἱ ‹πιστεύοντες ἦσαν› ἐπὶ τὸ αὐτὸ ‹καὶ› εἶχον ἅπαντα κοινά·

Acts 2:45

καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν.

Acts 2:46

Καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,

Acts 2:47

αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.