Matthew 25

1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28


Matt 25:1

Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.

Matt 25:2

πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ, καὶ πέντε φρόνιμοι.

Matt 25:3

αἱ γὰρ μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ‹αὐτῶν›, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·

Matt 25:4

αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις, μετὰ τῶν λαμπάδων ἑαυτῶν.

Matt 25:5

χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.

Matt 25:6

Μέσης δὲ νυκτὸς, κραυγὴ γέγονεν· Ἰδοὺ, ὁ νυμφίος! ἐξέρχεσθε εἰς ἀπάντησιν ‹αὐτοῦ›!

Matt 25:7

Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.

Matt 25:8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

Matt 25:9 Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μή¦Ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν. πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς.

Matt 25:10 Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους· καὶ ἐκλείσθη ἡ θύρα.

Matt 25:11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, κύριε, ἄνοιξον ἡμῖν!

Matt 25:12 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

Matt 25:13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν.

Matt 25:14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ.

Matt 25:15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν.

Matt 25:16 Εὐθέως Πορευθεὶς, ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε.

Matt 25:17 ὡσαύτως, ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο.

Matt 25:18 ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν, ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.

Matt 25:19 Μετὰ δὲ πολὺν χρόνον, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν.

Matt 25:20 καὶ προσελθὼν, ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας. ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα.

Matt 25:21 Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός· ἐπὶ πολλῶν σε καταστήσω. εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου!

Matt 25:22 Προσελθὼν ‹δὲ› καὶ ὁ τὰ δύο τάλαντα, εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας. ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα.

Matt 25:23 Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός· ἐπὶ πολλῶν σε καταστήσω. εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου!

Matt 25:24 Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς, εἶπεν, Κύριε, ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας.

Matt 25:25 καὶ φοβηθεὶς, ἀπελθὼν, ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. ἴδε, ἔχεις τὸ σόν.

Matt 25:26 Ἀποκριθεὶς δὲ, ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα.

Matt 25:27 ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν, ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.

Matt 25:28 Ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.

Matt 25:29 τῷ γὰρ ἔχοντι, παντὶ δοθήσεται, καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

Matt 25:30 καὶ τὸν ἀχρεῖον δοῦλον, ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Matt 25:31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ.

Matt 25:32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων.

Matt 25:33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.


Matt 25:34

Τότε ἐρεῖ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Paraphrase:

Comments:

The usual expression is ἀπὸ καταβολῆς κόσμου, “from the foundation of the world,” Lk. 11:50; Hb. 4:3; 9:26; cf. Barn., 5, 5 in the sense of “at (or immediately after) the foundation of the world,” while in passages like Mt. 25:34; Rev. 13:8; 17:8 the meaning of ἀπὸ καταβολῆς κόσμου approximates to that of πρὸ καταβολῆς κόσμου, “before the foundation of the world,” Jn. 17:24 (πρὸ τοῦ τὸν κόσμον εἶναι, 17:5) in the sense of pre-existence, cf. also Eph. 1:4; 1 Pt. 1:20. Sasse, TDNT on “Κοσμέω, Κόσμος, Κόσμιος, Κοσμικός,”


Matt 25:35

ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με·

Matt 25:36 γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθατε πρός με.

Matt 25:37 Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν;

Matt 25:38 πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν; ἢ γυμνὸν, καὶ περιεβάλομεν;

Matt 25:39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;

Matt 25:40 Καὶ ἀποκριθεὶς, ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Matt 25:41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ’ ἐμοῦ, ‹οἱ› κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Matt 25:42 ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· (καὶ) ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με·

Matt 25:43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.

Matt 25:44 Τότε ἀποκριθήσονται καὶ αὐτοὶ, λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνὸν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;

Matt 25:45 Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.

Matt 25:46 Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top